Imágenes de página
PDF
ePub

ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθ' οὕτω δίκην

δώσεθ ̓ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΑΓΓΕΛΟΣ. ΧΟΡΟΣ.

ΠΕ. Τὰ μὲν ἱέρ' ἡμῖν ἐστιν ὦρνιθες καλά
ἀλλ ̓ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
οὐδεὶς ὅτου πευσόμεθα τἀκεῖ πράγματα.
ἀλλ ̓ οὑτοσὶ τρέχει τις ̓Αλφειόν πνέων.

1090

ΑΓ. ποῦ τοῦ 'στι, ποῦ ποῦ τοῦ 'στι, ποῦ τοῦ ποὺ

[blocks in formation]

ΑΓ. κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον ὥστ ̓ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς καὶ Θεαγένης ἐναντίω δύ ̓ ἅρματε,

ΠΕ.

ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος, 1100 ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.

Ἡράκλεις. ΑΓ. τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησ ̓ αὔτ ̓ ἐγώ, ἑκατοντορόγυιον.

ΠΕ.

ὦ Πόσειδον, τοῦ μάκρους.

τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί ; ΑΓ. ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος

1105

πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
ἀλλ ̓ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
γέρανοι, θεμελίους καταπεπωκυῖαι λίθους.
τούτους δ' ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν. 1110
ἕτεροι δ ̓ ἐπλινθοφόρουν πελαργοὶ μυρίοι·
ὕδωρ δ ̓ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
οἱ χαραδριοὶ καὶ τἄλλα ποτάμι ὄρνεα.

ΠΕ. ἐπηλοφόρουν δ ̓ αὐτοῖσι τίνες ;

ΑΓ.

λεκάναισι.

ἐρωδιοὶ

ΠΕ.
τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς ;
ΑΓ. τοῦτ ̓ ὦ γάθ ̓ ἐξεύρητο καὶ σοφώτατα

1115

1120

οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις ἐς τὰς λεκάνας ἐνέβαλον αὐτὸν τοῖν ποδοῖν. ΠΕ. τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο; ΑΓ. καὶ νή Δί' αἱ νῆτταί γε περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντ ̓ ἔχουσαι κατόπιν, ὥσπερ παιδία, τὸν πηλὸν ἐν τοῖς στόμασιν αἱ χελιδόνες. ΠΕ. τί δῆτα μισθωτούς ἂν ἔτι μισθοῖτό τις; φέρ ̓ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες ἀπειργάσαντ';

ΑΓ.

او

ὄρνιθες ἦσαν τέκτονες

σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
ἀπεπελέκησαν τὰς πύλας· ἦν δ ̓ ὁ κτύπος
αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.

1126

καὶ νῦν ἅπαντ ̓ ἐκεῖνα πεπύλωται πύλαις, 1130

καὶ βεβαλάνωται, καὶ φυλάττεται κύκλῳ, ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῆ φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι ἐν τοῖσι πύργοις. ἀλλ ̓ ἐγὼ μὲν ἀποτρέχων ἀπονίψομαι· σὺ δ ̓ αὐτὸς ἤδη τἄλλα δρᾶ. 1135 ΧΟ. οὗτος, τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι

οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ ; ΠΕ. νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον

ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.

ἀλλ' ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος 1140 ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο, πυῤῥίχην βλέπων.

[blocks in formation]

τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς διὰ τῶν πυλῶν εἰσέπτετ ̓ εἰς τὸν ἀέρα, λαθών κολοιοὺς φύλακας ἡμεροσκόπους. ΠΕ. ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος. τίς τῶν θεῶν ;

1145

[blocks in formation]

ΠΕ.

ΧΟ.

χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
κερχνῄς, τριόρχης, γύψ, κύμινδις, αἰετός
ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου
καστ ̓ οὐ μακρὰν ἄπωθεν, ἀλλ ̓ ἐνταῦθά που
ἤδη 'στίν.

οὐκοῦν σφενδόνας δεῖ λαμβάνειν
καὶ τόξα· χώρει δεῦρο πᾶς ὑπηρέτης
τόξευε, παῖε, σφενδόνην τίς μοι δότω.
πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς
πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς
ἀέρα περινέφελον, ὃν γ ̓ Ἔρεβος ἐτέκετο,
μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν
ἄθρει δὲ πᾶς . . . . κύκλῳ σκοπῶν,
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

1155

1160

1165

ΙΡΙΣ.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΧΟΡΟΣ.

ΠΕ. Αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μέν ἥσυχος, ἔχ ̓ ἀτρέμας· αὐτοῦ στῆθ ̓ ἐπίσχες τοῦ δρόμου. τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν ποτ ̓ εἶ. IP. παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων. ΠΕ. ὄνομα δέ σοι τί ἐστι, πλοῖον, ἢ κυνῆ; IP. Ίρις ταχεία.

[blocks in formation]

1170

[blocks in formation]

εἰσῆλθες εἰς τὸ τεῖχος ὦ μιαρωτάτη;

IP. οὐκ οἶδα μα Δί' ἔγωγε κατὰ ποίας πύλας.
ΠΕ. ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται ;

IP.

πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις ; 1180 σφραγῖδ ̓ ἔχεις παρὰ τῶν πελαργῶν ;

ΠΕ. οὐκ ἔλαβες ;

IP.

ΠΕ.

τί τὸ κακόν;

ὑγιαίνεις μέν ;

οὐδὲ σύμβολον ;

ΙΡ. μά Δί' οὐκ ἔμοιγ ̓ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
ΠΕ. κἄπειτα δῆθ ̓ οὕτω σιωπῇ διαπέτει

διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους; 1185 IP. ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς; ΠΕ. οὐκ οἶδα μα Δί' ἔγωγε τῇδε μὲν γὰρ οὔ. ἀδικεῖ δὲ καὶ νῦν. ἆρά γ ̓ οἶσθα τοῦθ ̓, ὅτι

او

δικαιότατ ̓ ἂν ληφθεῖσα πασῶν Ἰρίδων

ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες ;

ΙΡ. ἀλλ ̓ ἀθάνατός εἰμ'.

ΠΕ.

ἀλλ ̓ ὅμως ἂν ἀπέθανες.
δεινότατα γάρ τοι πεισόμεσθ', ἐμοὶ δοκεῖ,
εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ ̓ οἱ θεοὶ
ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ ̓ ὅτι

1190

« AnteriorContinuar »