Imágenes de página
PDF
ePub

εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, ἀτταγᾶς οὗτος παρ' ἡμῖν ποικίλος κεκλήσεται. εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἧττον Σπινθάρου, 750 φρυγίλος ὄρνις ἐνθάδ ̓ ἔσται, τοῦ Φιλήμονος γέ

νους.

εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Εξηκεστίδης, φυσάτω πάππους παρ' ἡμῖν, καὶ φανοῦνται φρά

τορες.

εἰ δ ̓ ὁ Πισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον ὡς παρ ̓ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι. τοιάδε κύκνοι,

τιό τιό τιό τιό τιό τιό τιοτίγξ,
συμμιγῆ βοὴν ὁμοῦ

πτεροῖσι κρέκοντες ἴακχον ̓Απόλλω, 760
τιὸ τιό τιό τιοτίγξ,

ὄχθῳ ἐφεζόμενοι παρ ̓ Ἕβρον ποταμόν,

τιό τιό τιό τιοτίγξ·

διὰ δ ̓ αἰθέριον νέφος ἦλθε βοά·

πτῆξε δὲ ποικίλα φυλά τε θηρῶν,

κύματά τ ̓ ἔσβεσε νήνεμος αἴθρη,

τοτοτοτοτοτοτοτοτοτίγξ

πᾶς δ ̓ ἐπεκτύπησ ̓ Ὄλυμπος

765

εἷλε δὲ θάμβος ἄνακτας Ὀλυμπιάδες δὲ

μέλος Χάριτες Μουσ

σαί τ ̓ ἐπωλόλυξαν.

τιὸ τιὸ τιὸ τιοτίγξ.

770

οὐδὲν ἔστ ̓ ἄμεινον οὐδ ̓ ἥδιον ἢ φῦσαι πτερά.
αὐτίχ ̓ ὑμῶν τῶν θεατῶν εἴ τις ἦν ὑπόπτερος,
εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε, 775
κᾆτ ̓ ἂν ἐμπλησθεὶς ἐφ ̓ ἡμᾶς αὖθις αὖ κατέπτετο.
ἆρ ̓ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;
ὡς Διατρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ
ᾑρέθη φύλαρχος, εἶθ ̓ ἵππαρχος, εἶτ ̓ ἐξ οὐδενὸς
μεγάλα πράττει, κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.

ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΕΥΕΛΠΙΔΗΣ. ΕΠΟΨ.

ΧΟΡΟΣ.

ΠΕ. Ταυτὶ τοιαυτί· μά Δί ̓ ἐγὼ μὲν πραγμά πω γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.

ΕΥ. ἐπὶ τῷ γελᾷς ;

ΠΕ.

ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.

οἶσθ ̓ ᾧ μάλιστ ̓ ἔοικας ἐπτερωμένος ;

785

εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ. ΕΥ. σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ. ΠΕ. ταυτὶ μὲν ἠκάσμεσθα κατὰ τὸν Αἰσχύλον· τάδ ̓ οὐχ ὑπ ̓ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς. ΕΠ. ἄγε δή τί χρὴ δρᾶν;

ΠΕ.

πρῶτον ὄνομα τῇ πόλει θέσθαι τι μέγα καὶ κλεινόν· εἶτα τοῖς θεοῖς 790

θῦσαι μετὰ τοῦτο.

ΕΥ.

ταῦτα κἀμοὶ συνδοκεῖ.

ΕΠ. φέρ' ἴδω, τί οὖν ἡμῖν ὄνομ ̓ ἔσται τῇ πόλει; ΠΕ. βούλεσθε τὸ μέγα τοῦτο, τοὐκ Λακεδαίμονος, Σπάρτην ὄνομα καλῶμεν αὐτήν;

ΕΥ.

Ηράκλεις

Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τήμῇ πόλει; 795 οὐδ ̓ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ' ἔχων.

ΠΕ. τί δῆτ ̓ ὄνομ ̓ αὐτῇ θησόμεσθ';

ΕΥ.

ΠΕ.

ἐντευθενὶ

ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
χαῦνόν τι πάνυ.

ΕΠ. ιού ιού

βούλει Νεφελοκοκκυγίαν ;

καλὸν γὰρ ἀτεχνῶς καὶ μέγ' εὗρες τοὔνομα. 800

ΕΥ. ἆρ ̓ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,

ΠΕ.

ἵνα καὶ τὰ Θεαγένους, τὰ πολλὰ χρήματα,

τά τ' Αἰσχίνου γ ̓ ἅπαντα;

καὶ λῷστον μὲν οὖν

τὸ Φλέγρας πεδίον, ἵν ̓ οἱ θεοὶ τοὺς Γηγενεῖς ἀλαζονευόμενοι καθυπερηκόντισαν.

ΕΥ. λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς

πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;

ΠΕ. τί δ ̓ οὐκ Αθηναίαν ἐῶμεν πολιάδα;
ΕΥ. καὶ πῶς ἂν ἔτι γένοιτ' ἂν εὔτακτος πόλις,

ὅπου θεός, γυνὴ γεγονυία, πανοπλίαν

ἕστηκ ̓ ἔχουσα, Κλεισθένης δὲ κερκίδα ; ΠΕ. τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν ; ΕΠ. ὄρνις ἀφ ̓ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,

G

805

810

ΕΥ.

ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
Αρεος νεοττός.

ὦ νεοττε δέσποτα

ὡς δ ̓ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν. ΠΕ. ἄγε νυν, σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα,

καὶ τοῖσι τειχίζουσι παραδιακόνει,

815

χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
λεκάνην ἀνένεγκε, κατάπεσ ̓ ἀπὸ τῆς κλίμακος,
φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτ ̓ ἀεί, 821
κωδωνοφορῶν περίτρεχε, καὶ κάθευδ ̓ ἐκεῖ·
κήρυκα δὲ πέμψον, τὸν μὲν εἰς θεοὺς ἄνω,
ἕτερον δ ̓ ἄνωθεν αὖ παρ ̓ ἀνθρώπους κάτω,
κἀκεῖθεν αὖθις παρ' ἐμέ.

ΕΥ.

οἴμωζε παρ ̓ ἔμ'.

ΠΕ.

ΧΟ.

825

σὺ δέ γ' αὐτοῦ μένων

ἴθ ̓ ὦ ̓γάθ' οἱ πέμπω σ' ἐγώ.

οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ ̓ ἃ λέγω πεπράξεται.
ἐγὼ δ ̓ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,

τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.

παῖ, παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. 830

[merged small][merged small][ocr errors]

ΠΕΙΣΘΕΤΑΙΡΟΣ. ΕΠΟΨ. ΙΕΡΕΥΣ,

ΠΕ. παῦσαι σὺ φυσῶν. Ἡράκλεις, τουτὶ τί ἦν ; τουτὶ μὲ Δί ̓ ἐγὼ πολλὰ δὴ καὶ δείν ̓ ἰδών, 840 οὔπω κόρακ ̓ εἶδον ἐμπεφορβιωμένον.

ἱερεῦ, σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.

ΙΕ. δράσω τάδ'. ἀλλὰ ποῦ 'στιν ὁ τὸ κανοῦν ἔχων ; εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ, καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ, καὶ ὄρνισιν Ολυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν,

ΠΕ. ὦ Σουνιέρακε, χαῖρ ̓ ἄναξ Πελαργικέ.

846

ΙΕ. καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ, καὶ Λητοῖ Ὀρτυγομήτρᾳ, καὶ ̓Αρτέμιδι ̓Ακαλανθίδι,

ΠΕ. οὐκέτι Κολαινίς, ἀλλ ̓ ̓Ακαλανθὶς ̓́Αρτεμις. 850 ΙΕ. καὶ φρυγίλῳ Σαβαζίῳ, καὶ στρουθῷ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων,

ΠΕ. δέσποινα Κυβέλη, στρουθέ, μῆτερ Κλεοκρίτου. ΙΕ. διδόναι Νεφελοκοκκυγιεῦσιν υγίειαν καὶ σωτηρίαν, αὐτοῖσι καὶ Χίοισι,

855

ΠΕ. Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
ΙΕ. καὶ ἥρωσι, καὶ ὄρνισι, καὶ ἡρώων παισί, καὶ

πορφυρίωνι, καὶ πελεκάντι, καὶ πελεκίνῳ, καὶ
φλέξιδι, καὶ τέτρακι, καὶ ταῶνι, καὶ ἐλεᾷ, καὶ
βάσκα, καὶ ἐλασᾷ, καὶ ἐρωδιῷ, καὶ καταράκτῃ,
καὶ μελαγκορύφῳ, καὶ αἰγιθάλλῳ,

ΠΕ. παῦ ̓ ἐς κόρακας παῦσαι καλῶν, ἰοὺ ἰού. ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς ἁλιαιέτους καὶ γυπας; οὐχ ὁρᾷς ὅτι

861

« AnteriorContinuar »