Imágenes de página
PDF
ePub

ἀρίστισον εὖ· τὴν δ ̓ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσης

κατάλειψ ̓ ἡμῖν δεῖρ ̓ ἐκβιβάσας, ἵνα παίσωμεν μετ' ἐκείνης.

ΠΕ. ὦ τοῦτο μέντοι νὴ Δί ̓ αὐτοῖσιν πιθοῦ·

ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον,

ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα 655 καὶ νώ θεασώμεσθα τὴν ἀηδόνα.

ΕΠ. ἀλλ ̓ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη ἔκβαινε, καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.

ΠΕ. ὦ Ζεῦ πολυτίμηθ', ὡς καλὸν τοὐρνίθιον,

ΕΥ.

ὡς δ ̓ ἁπαλόν, ὡς δὲ λευκόν.

660

ἆρά γ ̓ οἶσθ' ὅτι ΠΕ. ὅσον δ ̓ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος. ΕΥ. ἐγὼ μὲν αὐτὴν καὶ φιλῆσαί μοι δοκῶ. ΠΕ. ἀλλ ̓ ὦ κακόδαιμον, ρύγχος ὀβελίσκοιν ἔχει. ΕΥ. ἀλλ ̓ ὥσπερ ὠὸν νὴ Δί ̓ ἀπολέψαντα χρὴ ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα καθ' οὕτω φιλεῖν. 665 ΕΠ. ἴωμεν.

[blocks in formation]
[blocks in formation]

πρόσσχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν, τοῖς αἰὲν ἐοῦσι,

τοῖς αἰθερίοις, τοῖσιν ἀγήρως, τοῖς ἄφθιτα μηδο

μένοισιν,

680

ἵν ̓ ἀκούσαντες πάντα παρ' ἡμῶν ὀρθῶς περὶ τῶν

μετεώρων,

φύσιν οἰωνῶν, γένεσίν τε θεῶν, ποταμῶν τ ̓, Ερέβους τε, Χάους τε,

εἰδότες ὀρθῶς, παρ' ἐμοῦ Προδίκῳ κλάειν εἴπητε τὸ λοιπόν.

Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος ευρύς·

γῆ δ ̓, οὐδ ̓ ἀήρ, οὐδ ̓ οὐρανὸς ἦν· Ερέβους δ' ἐν ἀπείροσι κόλποις

685

τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ὠόν,

ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,

στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνε

μώκεσι δίναις.

οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρ

ταρον εὐρὺν

ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν

ἐς φῶς.

690

πρότερον δ ̓ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμιξεν ἅπαντα

ξυμμιγνυμένων δ ̓ ἑτέρων ἑτέροις γένετ ̓ οὐρανός, ὠκεανός τε,

καὶ γῆ, πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὧδε μὲν ἐσμεν

πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δ ̓ ὡς ἐσμὲν Ἔρωτος,

πολλοῖς δῆλον· πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν

695

πάντα δὲ θνητοῖς ἐστίν ἀφ ̓ ἡμῶν τῶν ὀρνίθων

τὰ μέγιστα.

πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος, χειμῶνος, ὀπώρας

σπείρειν μέν, ὅταν γέρανος κρώζουσ ̓ ἐς τὴν Λιβύην μεταχωρῇ,

καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,

εἶτα δ' Ορέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν

ἀποδύῃ.

700

ἴκτινος δ ̓ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν

ἀποφαίνει,

ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,

ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη, καὶ λῃδάριόν τι

πρίασθαι.

ἐσμὲν δ ̓ ὑμῖν Αμμων, Δελφοί, Δωδώνη, Φοῖβος Απόλλων.

ἐλθόντες γὰρ πρῶτον ἐπ ̓ ὄρνις, οὕτω πρὸς ἅπαντα

τρέπεσθε,

705

πρός τ ̓ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.

ὄρνιν τε νομίζετε πάνθ ̓ ὅσαπερ περὶ μαντείας διακρίνει

φήμη γ ̓ ὑμῖν ὄρνις ἐστί· πταρμόν τ' ὄρνιθα και

λείπε

ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ ̓ ὄρνιν, ὄνον ὄρνιν.

ἆρ ̓ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντείος Απόλ

λων ;

ἢν οὖν ἡμᾶς νομίσητε θεούς,
ἕξετε χρῆσθαι μάντεσι Μούσαις,

αὔραις, ώραις, χειμώνι, θέρει,

710

[blocks in formation]

εὐδαιμονίαν, βίον, εἰρήνην,

νεότητα, γέλωτα, χορούς, θαλίας,

γάλα τ' ὀρνίθων.

720

[blocks in formation]

εἰ μετ ̓ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω. ὅσα γάρ ἐστιν ἐνθάδ' αἰσχρὰ τῷ νόμῳ κρατούμενα, ταῦτα πάντ ̓ ἐστὶν παρ' ἡμῖν τοῖσιν ὄρνισιν καλά. εἰ γὰρ ἐνθάδ' ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ, 745 τοῦτ ̓ ἐκεῖ καλὸν παρ' ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλήκτρον, εἰ

μάχει.

« AnteriorContinuar »