Imágenes de página
PDF
ePub

αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν, καὶ νὴ

Δί' Ἔρως γε

Ἶριν δέ γ' Ὅμηρος ἔφασκ ̓ ἰκέλην εἶναι τρήρωνι

πελείῃ.

565

ΕΠ. ὁ Ζεὺς δ ̓ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα

κεραυνόν ;

ΠΕ. ἣν δ ̓ οὖν ὑμᾶς μὲν ὑπ ̓ ἀγνοίας εἶναι νομίσωσι

τὸ μηδέν,

τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ, τότε χρὴ στρουθῶν νέφος ἀρθὲν

καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ' αὐτ τῶν ἀνακάψαι

κάπειτ' αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι με

τρείτω.

570

ΕΥ. οὐκ ἐθελήσει μα Δί', ἀλλ ̓ ὄψει προφάσεις αὐτὴν

παρέχουσαν.

ΠΕ. οἱ δ ̓ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,

καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων

ἐπὶ πείρᾳ

εἶθ ̓ ἁπόλλων, ἰατρός γ ̓ ὤν, ἰάσθω μισθοφορεῖ

δέο

او

ΕΥ. μή, πρίν γ' ἂν ἐγὼ τὸ βοιδαρίω τώμὼ πρώτιστ ̓

ἀποδῶμαι.

575

ΠΕ. ἦν δ ̓ ἡγῶνται σὲ Θεόν, σὲ Βίον, σὲ δὲ Γῆν, σὲ Κρόνον, σὲ Ποσειδῶ,

ἀγάθ' αὐτοῖσιν πάντα παρέσται.

ΕΠ.

λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

ΠΕ. πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ

κατέδονται,

ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνήδων

ἐπιτρίψει.

580

εἶθ ̓ οἱ κνίπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέ

δονται,

ἀλλ ̓ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία

κιχλῶν.

ΕΠ. πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ ̓ ἐρῶσι.

ΠΕ. τὰ μέταλλ ̓ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,

τάς τ' ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν

κατεροῦσιν,

ὥστ ̓ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς. 585
πῶς οὐκ ἀπολεῖται ;

ΕΠ.
ΠΕ. προερεί τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ

τοῦ πλοῦ·

νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.

ΕΥ. γαῦλον κτώμαι, καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρ' ὑμῖν.

ΠΕ. τοὺς θησαυρούς τ ̓ αὐτοῖς δείξουσ ̓ οὓς οἱ πρότερον κατέθεντο

τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι

τάδε πάντες,

590

οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις

ἄρ ̓ ὄρνις.

ΕΥ. πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας

ἀνορύττω.

ΕΠ. πῶς δ ̓ ὑγίειαν δώσουσ ̓ αὐτοῖς, οὖσαν παρὰ τοῖσι

θεοίσιν;

ΠΕ. ἢν εὖ πράττωσ ̓, οὐχ ὑγιεία μεγάλη τοῦτ ̓ ἐστί; σάφ ̓ ἴσθι,

ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς

υγιαίνει.

595

ΕΠ. πῶς δ ̓ εἰς γῆρας ποτ ̓ ἀφίξονται; καὶ γὰρ τοῦτ ̓ ἔστ' ἐν Ὀλύμπῳ

ἢ παιδάρι ὄντ ̓ ἀποθνήσκειν δεῖ;

[blocks in formation]

πρῶτον μέν γ ̓ οὐχὶ νεὼς ἡμᾶς
οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
ἀλλ ̓ ὑπὸ θάμνοις καὶ πρινιδίοις
οἰκήσουσιν. τοῖς δ ̓ αὖ σεμνοῖς
τῶν ὀρνίθων δένδρον ἐλαίας

ὁ νεὼς ἔσται' κοὐδ ̓ εἰς Δελφοὺς

600

605

οὐδ ̓ εἰς ̓́Αμμων ̓ ἐλθόντες, ἐκεῖ
θύσομεν, ἀλλ ̓ ἐν ταῖσιν κομάροις
καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
κριθάς, πυρούς, εὐξόμεθ ̓ αὐτοῖς
ἀνατείνοντες τώ χεῖρ ̓ ἀγαθῶν

διδόναι τι μέρος καὶ ταῦθ ̓ ἡμῖν
παραχρῆμ ̓ ἔσται

πυροὺς ὀλίγους προβαλοῦσιν.

610

615

ΧΟ. ὦ φίλτατ' ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου

μεταπίπτων,

οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ ̓ ἑκὼν τῆς σῆς γνώ

μης ἔτ ̓ ἀφείμην.

ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις

ἐπηπείλησα καὶ κατώμοσα,

ὴν σὺ παρ' ἐμὲ θέμενος
ὁμόφρονας λόγους δικαίους,
ἀδόλους, ὁσίους,

ἐπὶ θεοὺς ἴῃς,

ἐμοὶ φρονῶν ξυνῳδά, μὴ

πολὺν χρόνον θεοὺς ἔτι

σκῆπτρα τἀμὰ τρίψειν.

620

625

ἀλλ' ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ ̓ ἡμεῖς·

ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ ̓

ἀνάκειται.

ΕΠ. καὶ μὴν μὲ τὸν Δί ̓ οὐχὶ νυστάζειν γ ̓ ἔτι 630 ὥρα 'στὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,

ἀλλ ̓ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δ ̓ ἴτε

εἰσέλθετ ̓ εἰς νεοττιάν γε τὴν ἐμήν,

καὶ τἀμὰ κάρφη, καὶ τὰ παρόντα φρύγανα,
καὶ τοὔνομ ̓ ἡμῖν φράσατον.

635

[blocks in formation]

ΠΕ. ἀτὰρ τὸ δεῖνα δεῦρ ̓ ἐπανάκρουσαι πάλιν. φέρ ̓ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ ξυνεσόμεθ ̓ ὑμῖν πετομένοις οὐ πετομένω ;

ΕΠ. καλώς.

ΠΕ.

ὅρα νυν ὡς ἐν Αἰσώπου λόγοις ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ ̓, ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ. ΕΠ. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥίζιον, ὃ διατραγόντ ̓ ἔσεσθον ἐπτερωμένω. ΠΕ. οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία

καὶ Μανόδωρε, λαμβάνετε τὰ στρώματα.

ΧΟ. οὗτος, σὲ καλῶ, σὲ καλῶ.

[blocks in formation]

640

645

650

ΧΟ.

τούτους μὲν ἄγων μετὰ σαυτοῦ

F

« AnteriorContinuar »