Imágenes de página
PDF
ePub
[blocks in formation]

ΕΠ.

τὰς νεφέλας γε καὶ τὸν οὐρανόν. ΠΕ. οὐχ οὗτος οὖν δήπου 'στὶν ὀρνίθων πόλος; ΕΠ. πόλος ; τίνα τρόπον ;

ΠΕ.

ὥσπερ εἴποι τις, τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται

ἅπαντα, διὰ τοῦτό γε καλεῖται νῦν πόλος 175

ἦν δ ̓ οἰκίσητε τοῦτο καὶ φράξηθ ̓ ἅπαξ,

ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
ὥστ ̓ ἄρξετ ̓ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
τοὺς δ ̓ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.

ΕΠ. πως

ΠΕ.

ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς. εἶθ ̓ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα, οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς, ἢν μὴ φόρον φέρωσιν ὑμῖν οἱ θεοί,

180

διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.

ΕΠ. ἰοὺ ἰου·

184

μὰ γῆν, μὰ παγίδας, μὰ νεφέλας, μὰ δίκτυα, μὴ γὼ νόημα κομψότερον ἤκουσα πω

C

ὥστ ̓ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν, 190 εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις. ΠΕ. τίς ἂν οὖν τὸ πρᾶγμ ̓ αὐτοῖς διηγήσαιτο ; ΕΠ.

ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνὴν, ξυνὼν πολὺν χρόνον. ΠΕ. πῶς δῆτ ̓ ἂν αὐτοὺς ξυγκαλέσειας ;

ΕΠ.

ῥᾳδίως.

σύ.

195

δευρὶ γὰρ ἐμβὰς αὐτίκα μάλ ̓ ἐς τὴν λόχμην, ἔπειτ ̓ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα, καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος ἐάν περ ἐπακούσωσι, θεύσονται δρόμῳ. ΠΕ. ὦ φίλτατ' ὀρνίθων σὺ μή νυν ἕσταθι· ἀλλ ̓ ἀντιβολῶ σ ̓, ἄγ ̓ ὡς τάχιστ ̓ ἐς τὴν λόχμην ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.

ΕΠ.

ἄγε σύννομέ μοι, παῦσαι μὲν ὕπνου,

λῦσον δὲ νόμους ἱερῶν ὕμνων,

οὺς διὰ θείου στόματος θρηνείς,

τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν

ἐλελιζομένη διεροῖς μέλεσιν

γένυος ξουθῆς

καθαρὰ χωρεῖ διὰ φυλλοκόμου

200

205

[blocks in formation]

ξύμφωνος ὁμοῦ

θεία μακάρων ολολυγή.

(αὐλεῖ.)

ΠΕ. ὦ Ζεῦ βασιλεῦ, τοῦ φθέγματος τοὐρνιθίου

οἷον κατεμελίτωσε τὴν λόχμην ὅλην.

[blocks in formation]

ΕΥ. οὔποψ μελῳδεῖν αὖ παρασκευάζεται.

ΕΠ. ἐποποί, ποποί, ποποπό, ποποί, ποποί, ποποί. ιώ, ιώ, ιτώ, τώ, τώ, τώ,

ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων
ὅσοι τ ̓ εὐσπόρους ἀγροίκων γύας
νέμεσθε, φῦλα μυρία κριθοτράγων,

σπερμολόγων τε γένη

ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γήρυν
ὅσα τ ̓ ἐν ἄλοκι θαμὰ

βῶλον ἀμφιτιττυβίζεθ ̓ ὧδε λεπτὸν

ἡδομένα φωνᾷ

τιό, τιό, τιό, τιό, τιό, τιό, τιό, τιό
ὅσα θ ̓ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ
κλάδεσι νομὸν ἔχει·

τά τε κατ ̓ ὄρεα, τά τε κοτινοτράγα,
τά τε καμαροφάγ', ἀνύσατε πετόμενα
πρὸς ἐμὰν αὐδάν·

τριοτέ, τριοτό, τοτοβρίξ.

οἵ θ' ἑλείας παρ ̓ αὐλῶνας ὀξυστόμους

225

230

235

ἐμπίδας κάπτεθ ̓, ὅσα τ ̓ εὐδρόσους γῆς τόπους

ἔχετε λειμῶνά τ ̓ ἐρόεντα Μαραθῶνος·
ὄρνις τε πτεροποίκιλος

ἀτταγᾶς, ἀτταγᾶς

ὧν τ ̓ ἐπὶ πόντιον οἶδμα θαλάσσης

φῦλα μετ ̓ ἀλκυόνεσσι ποτᾶται,

δεῦρ ̓ ἴτε πευσόμενοι τὰ νεώτερα,
πάντα γὰρ ἐνθάδε φῦλ ̓ ἀθροίζομεν
οἰωνῶν ταναοδείρων.

ἥκει γάρ τις δριμὺς πρέσβυς,
καινὸς γνώμην,

καινῶν ἔργων τ ̓ ἐγχειρητής.

ἀλλ ̓ ἴτ ̓ ἐς λόγους ἅπαντα.

δεῦρο, δεύρο, δεῦρο, δεῦρο.
τοροτοροτοροτοροτίξ.
κικκαβαῦ, κικκαβαῦ.

τοροτοροτοροτορολιλιλίξ.

ΠΕ. ὁρᾷς τιν ὄρνιν;

ΕΥ.

241

245

250

255

μὰ τὸν ̓Απόλλω 'γὼ μὲν οὔ·

καί τοι κέχηνά γ ̓ εἰς τὸν οὐρανὸν βλέπων. ΠΕ. ἄλλως ἄρ ̓ οὔποψ ὡς ἔοικ ̓ εἰς τὴν λόχμην

ἐμβὰς ἐπῶζε, χαραδριὸν μιμούμενος.

ΦΟ. τοροτίξ, τοροτίξ.

260

ΠΕ. ὦ γάθ', ἀλλ ̓ οὖν οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται. ΕΥ. νή Δί ̓ ὄρνις δῆτα. τίς ποτ ̓ ἐστίν; οὐ δήπου

ταῶς ;

ΠΕ. οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὗτοσί; ΕΠ. οὗτος οὐ τῶν ἠθάδων τῶνδ ̓ ὧν ὁρᾶθ ̓ ὑμεῖς ἀεί,

266

ΠΕ.

ἀλλὰ λιμναῖος.

βαβαί, καλός γε καὶ φοινικιοῦς. ΕΠ. εἰκότως· καὶ γὰρ ὄνομ ̓ αὐτῷ γ ̓ ἐστὶ φοινικόπτερος.

ΕΥ. οὗτος, ὦ σέ τοι.

ΠΕ.

ΕΥ.

τί βωστρεῖς ;

ἕτερος ὄρνις οὗτοσι.

ΠΕ. νή Δί ̓ ἕτερος δῆτα χοὖτος ἔξεδρον χώραν ἔχων. τίς ποτ ̓ ἔσθ ̓ ὁ μουσόμαντις, ἄτοπος ὄρνις, όρι

βάτης ;

ΕΠ. ὄνομα τούτῳ Μῆδός ἐστι.

ΠΕ.

271

Μῆδος; ὦ 'ναξ Ἡράκλεις εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὢν εἰσέπτετο; ΕΥ. ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί. ΠΕ. τί τὸ τέρας τουτί ποτ ̓ ἐστίν; οὐ σὺ μόνος ἄρ ̓ ἦσθ ̓ ἕποψ,

ΕΠ.

ἀλλὰ χοὖτος ἕτερος ;

275

ἀλλ ̓ οὗτος μὲν ἔστι Φιλοκλέους ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ

λέγοις

Ιππόνικος Καλλίου κἀξ Ιππονίκου Καλλίας. ΠΕ. Καλλίας ἄρ ̓ οὗτος ὁὔρνις ἐστίν· ὡς πτεροῤῥνει. ΕΠ. ἅτε γὰρ ὢν γενναῖος ὑπὸ τῶν συκοφαντῶν τίλ

λεται,

279

αἵ τε θήλειαι προσεκτιλλουσιν αὐτοῦ τὰ πτερά. ΠΕ. ὦ Πόσειδον, ἕτερος αὖ τις βαπτὸς ὄρνις ουτοσί. τίς ὀνομάζεται ποθ ̓ οὗτος ;

ΕΠ.

οὑτοσὶ κατωφαγάς.

ΠΕ. ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος ;

« AnteriorContinuar »