Imágenes de página
PDF
ePub

“ τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε

πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.

EURIPIDES.

NUNTIUS loquitur :

Ωναξ μερίμνης ἄξιον φέρω λόγον
σοὶ καὶ πολίταις πᾶσι γῆς Σιδωνίας.
ἔλωλεν ἡ τύραννος ἀρτίως κόρη,

σοὶ πρίν ποτ' οὖσα φιλτάτη, δέσποιν' ἐμὴ,
αὐτὴ πρὸς αὐτῆς ἡματωμένη φόνῳ·
ὅπως δ ̓ ἐπράχθη πάντα συντόμως ἐρῶ.
ἐπεὶ γὰρ, ὦναξ, ᾔσθετ' ἠδικημένη,
καὶ καρτεροῦντα θεοσύτοις βουλεύμασιν
ἕλκοντά σ' ἤδη Τρωϊκῶν πλῆθος νεῶν,
ἔρωτι θῦμον ἐκπλαγεῖσα δέσποτις,
πόθῳ τε δεινῷ τοῦ πεφευγότος ξένου,
χαμαιπετὴς πεσοῦσα, δύστηνος γυνὴ,
ᾔτησε κωκύσασα τον μέγαν Δία
βαλεῖν κεραυνῷ τὴν ἀραῖον· εἰ δὲ μὴ
ἄλλην τιν' ἤδη μηχανὴν εὑρεῖν, ὅπως
αὐτὴ πρὸς αὐτῆς τοῦ ταλαιπώρου βίου
πέρασιν ἕξει καὶ καταστροφὴν πάθους.
τοιαῦτ ̓ ἐπεύχεθ ̓· ὡς δέ τις θανουμένη
καλέσασ ̓ ἀδελφὴν τοίαδ ̓ εἶπεν, ὦ φιλὴ,
ὑλὴν τεμοῦσα τῆς βαθυρρίζου δρυός
πεύκης τ' ἐλαίου τ ̓ εἶτα πληρῶσον πυρὰν
μεγαλὴν ἐν αὐλῇ, κἀπιθὲς τοὐμὸν λέχος

ἐσθῆτα τ' ἀνδρὸς φάσγανον θ ̓, ὅπως ἐγὼ ἅπαντα πρήσω· τοῦτο φάρμακον μόνον πάρεστ ̓ ἔρωτος. ὡς δ ̓ ἔπεισε σύννομον εἰδυϊά γ' αὐτὴ μηδὲν εἰδυῖαν κακὸν, φιλήμασίν τ' ἔδωκε πάλλευκον δέρην, πρὸς δῶμ ̓ ἀνῆλθεν, ἡμέρας ἐν οὐράνῳ ἤδη φθινούσης ἀθλίᾳ πανυστάτης κείνην δ ̓ ἐκούφισ ̓ οὐδὲν, ἀλλ ̓ ὀνείρασι ξυνῆν προσημαίνοντα τοὐπίον πάθος ἐπεὶ δὲ λευκόπωλος ἐξέλαμψ ̓ ἑως τότ ̓ ἐξεγερθεῖσ ̓ εὐθὺς ἐκ πύργου τινὸς μάκραν κατεῖδε πνευμάτων ἐξ οὐρίων ἐν κύμασιν φεύγοντα πελαγίοις σκάφη, σὺν οἷσπερ ἐξεπλεύσας ἄψορρον χθονός τλήμων τε λάσκει τοίαδ ̓, ὦ Ζηνὸς κράτος, ἀνὴρ ἀπελθὼν εἶτα τὴν ἐμὴν χθόνα ξένοισι θήσει καταγέλων ἰδοῦσί που οἵας ἀμοιβὰς οἷα δρᾶσα λαγχάνω ; οὐκ εἶα συλλάβοντες ὅπλα καὶ φλόγας δαλῶν δραμεῖσθε σὺν ταχεῖ παράκτιοι θοαῖς τε ναῦσι τὸ στύγος θηράσετε; καί τοι τί φωνῶ ; πῶς γάρ ἐστι ταῦτ ̓ ἔτι; φροῦδοι γὰρ ἄνδρες, ἐλπίδες φροῦδαι, τὸ πᾶν κακῶς πέπρακται πανταχῆ· λοιπὸν θανεῖν. τοιαῦτ ̓ ἀΰσασ ̓ εἶτα δωμάτων δία διέπτατ ̓ ὄμματ ̓ ἀγρίαις ταυρουμένη γλήναισι, κρατὶ δ ̓ ἀκτένιστος ἦν κόμη, πέπλωμα δ' ὥσπερ εἶχε πᾶν ἀνειμένον· ὅπως δ ̓ ἀφίκετ ̓ εἰς πυρὰν ἐνάλλεται ἄρασα δ ̓ εὐθὺς εἵλκυσεν μέγα ξίφος δώρημα τῷ πρὶν προσφιλεῖ πόσει φιλὶν,

*

Cf. EUR. Medea, 92.

+ Cf. Sorn. Cdip. Colon. 1260.

ὕπερθε δ' ἑλκυσθέντος ἡλίου νέφους αὐγὴ τότ' ἐκδραμοῦσα κρασπέδων ἄπο ἔλαμπε κάπην ἀστραπαῖς χρυσήλατον. ἡ δ ̓ οὖν ἰδοῦσα φάσγανόν τε καὶ στολὴν φοινικόβαπτον, ἱμέρῳ πεπληγμένη δακκρυρροοῖσα τοίαδ ̓ ἐκρίπτει τέλος, ἀλλ ̓ ὦ πίλοιπα φιλτάτου πιστώματα ἔρωτος, ὄντων εὐμενῶν ἐμοὶ θεῶν, δέξασθε τοἰ μὸν αἷμα καὶ θανουμένη λύσιν δότ ̓ ἤδη κἀναπαῦλαν ἀλγέων, οὐ γὰρ βιωτὸς οὔκετ ̓ ἐστ ̓ ἐμοὶ βίος, κείνου γ ̓ ἀπαλλαχθέντος ᾧ τὰ πάντ' ἐνῆν ὃς μὴ κατασχεῖν ὠφελ ̓ ἔνθαδ ̓, ὡς ἐγὼ τὴν νῦν διῆγον ἀστένακτος ἡμέραν ὦ θάνατε, δαίμον' εὐμαρῆ σ' ἀσπάζομαι, ἄγαν ἄγαν ἐρῶσα τοίαδ ̓ ἄρνυμαι· ὦ γὴ, θάλασσα θ ̓ ἥδε, καὶ πυργώματα χαίροιτ ̓ ἄν· ἀλλὰ προσφιλῆ μνημείά μοι θάλπος δέχεσθε χειλέων πανύστατον. μέταξυ δ ̓ οὖν λέγουσαν, ὡς τετραυμένην, γυναικες εἶδον—ἀλλὰ πῶς λέξω θέαν ; οὐκ ἀσφάδαστον ἀλλὰ νεύουσαν δέμας πεσεῖν χέρες τε φοινίῳ, δεινὸν βλέπειν, φόνῳ μυδῶσι, χήματωμένον ξίφος στάγονας σταλάσσει μυρίους γόους δ' ὁμοῖ ἀνῆγον αἱ γύναικες οὐδ ̓ ἀνέσιαν

ου

στέρνων ἀραγμοὺς ὥστε κωκυτῷ τόπον
μεγαλῷ κατεῖχον· ̓́Αννα δ ̓ ὡς ἐπῄσθετο
διέπτατ ̓ ὄχλων ἐκπεπληγμένη φόβῳ
ἐροῦσά πως ἤσπαιρεν· εἶτα τοῦ πάθους
λωφῶσα βαιὸν εἶπεν, ὦ φιλὸν κάρα
τί ταῦτα μὲ ἠπάτησας; ἆρ ̓ ἔδοξ ̓ ἐγὼ
τῶν σῶν μετασχεῖν φροντίδων ἀναξία ;

[ocr errors]

φρένας δ ̓ ἄρ ̓, ὡς ἔοικ ̓, ἔκλεπτέ τις θεών
αρ
ἥ γ ̓ οὐ κατᾔδειν τοῦ χάριν τούτους κλάδους
τεμεῖν μὲ ἀνώγεις· εἴθε συνθάνοιμι σοί
τοιαῦτ ̓ ἐφυμνοῦσ ̓, εἶτ ἀνήλατ ̓ ἐς πυρὰν
καλῇ τ ̓ ἀδελφῇ μαλθακαῖν προσπτύσσεται
χεροίν, περιστειλᾶσα δ ̓ ἄθλιον δέμας
πέπλοισιν, εἶτα δακρύων πλημμύριδι
κηλίδας ἐξέμασσε πάντα τὸν χρόνον

τηροῦσα χείλος, εἰ γ ̓ ἔτ ̓
ἔτ ̓ ἀμπνοὰς ἔχει
ἔπειτ ̓ ἀΰσεν, ὦ κασιγνήτη φιλὴ,
σὺ δ ̓ ὄμμ ̓ ἄνοιξον—ἆρα σοῦ τητωμένη
μόνη διάξω λυπρὸν εἰσαεὶ βίον

τὴν σήν γε μοῖραν ἀλγέων ἐλευθέραν
καὶ κάρτα τῆσδέ γ' αἱρετωτέραν τυχῆς
κρίνω· σὺ δ ̓ ἀλλὰ μὲ ὕστατον προσέννεπε
ἡ δ ̓ ὄμμ ̓ ἀνοίξασ', αὖθις ἐν βίου ῥοπῇ *
εὐθὺς συνήψεν· εἶτα δ ̓ ἄγκαθεν κάρα
ἤρειδ ̓, ἀεὶ δ ̓ ἔνευεν αὖθις ἐς λέχος
ὅπως δ ̓ ἀνέβλεψ ̓ ὕστατον πρὸς αἴθερα
ποθοῦσα φεύγειν, εἶτα θανασίμῳ σφάγῃ
δαμεῖσ ̓ ἀφῆκε πνεῦμα· πρός τε γούνατα
ταὐτῷ διαρρήξασα φασγάνω δέμας
ἔπεσεν θανούσῃ συνθανουμένη κάσις.

* Cf. SOPH. Cdip. Colon. 1508.

TRANSLATIONS,

&c.

« AnteriorContinuar »