“ τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο. EURIPIDES. NUNTIUS loquitur : Ωναξ μερίμνης ἄξιον φέρω λόγον σοὶ πρίν ποτ' οὖσα φιλτάτη, δέσποιν' ἐμὴ, ἐσθῆτα τ' ἀνδρὸς φάσγανον θ ̓, ὅπως ἐγὼ ἅπαντα πρήσω· τοῦτο φάρμακον μόνον πάρεστ ̓ ἔρωτος. ὡς δ ̓ ἔπεισε σύννομον εἰδυϊά γ' αὐτὴ μηδὲν εἰδυῖαν κακὸν, φιλήμασίν τ' ἔδωκε πάλλευκον δέρην, πρὸς δῶμ ̓ ἀνῆλθεν, ἡμέρας ἐν οὐράνῳ ἤδη φθινούσης ἀθλίᾳ πανυστάτης κείνην δ ̓ ἐκούφισ ̓ οὐδὲν, ἀλλ ̓ ὀνείρασι ξυνῆν προσημαίνοντα τοὐπίον πάθος ἐπεὶ δὲ λευκόπωλος ἐξέλαμψ ̓ ἑως τότ ̓ ἐξεγερθεῖσ ̓ εὐθὺς ἐκ πύργου τινὸς μάκραν κατεῖδε πνευμάτων ἐξ οὐρίων ἐν κύμασιν φεύγοντα πελαγίοις σκάφη, σὺν οἷσπερ ἐξεπλεύσας ἄψορρον χθονός τλήμων τε λάσκει τοίαδ ̓, ὦ Ζηνὸς κράτος, ἀνὴρ ἀπελθὼν εἶτα τὴν ἐμὴν χθόνα ξένοισι θήσει καταγέλων ἰδοῦσί που οἵας ἀμοιβὰς οἷα δρᾶσα λαγχάνω ; οὐκ εἶα συλλάβοντες ὅπλα καὶ φλόγας δαλῶν δραμεῖσθε σὺν ταχεῖ παράκτιοι θοαῖς τε ναῦσι τὸ στύγος θηράσετε; καί τοι τί φωνῶ ; πῶς γάρ ἐστι ταῦτ ̓ ἔτι; φροῦδοι γὰρ ἄνδρες, ἐλπίδες φροῦδαι, τὸ πᾶν κακῶς πέπρακται πανταχῆ· λοιπὸν θανεῖν. τοιαῦτ ̓ ἀΰσασ ̓ εἶτα δωμάτων δία διέπτατ ̓ ὄμματ ̓ ἀγρίαις ταυρουμένη γλήναισι, κρατὶ δ ̓ ἀκτένιστος ἦν κόμη, πέπλωμα δ' ὥσπερ εἶχε πᾶν ἀνειμένον· ὅπως δ ̓ ἀφίκετ ̓ εἰς πυρὰν ἐνάλλεται ἄρασα δ ̓ εὐθὺς εἵλκυσεν μέγα ξίφος δώρημα τῷ πρὶν προσφιλεῖ πόσει φιλὶν, * Cf. EUR. Medea, 92. + Cf. Sorn. Cdip. Colon. 1260. ὕπερθε δ' ἑλκυσθέντος ἡλίου νέφους αὐγὴ τότ' ἐκδραμοῦσα κρασπέδων ἄπο ἔλαμπε κάπην ἀστραπαῖς χρυσήλατον. ἡ δ ̓ οὖν ἰδοῦσα φάσγανόν τε καὶ στολὴν φοινικόβαπτον, ἱμέρῳ πεπληγμένη δακκρυρροοῖσα τοίαδ ̓ ἐκρίπτει τέλος, ἀλλ ̓ ὦ πίλοιπα φιλτάτου πιστώματα ἔρωτος, ὄντων εὐμενῶν ἐμοὶ θεῶν, δέξασθε τοἰ μὸν αἷμα καὶ θανουμένη λύσιν δότ ̓ ἤδη κἀναπαῦλαν ἀλγέων, οὐ γὰρ βιωτὸς οὔκετ ̓ ἐστ ̓ ἐμοὶ βίος, κείνου γ ̓ ἀπαλλαχθέντος ᾧ τὰ πάντ' ἐνῆν ὃς μὴ κατασχεῖν ὠφελ ̓ ἔνθαδ ̓, ὡς ἐγὼ τὴν νῦν διῆγον ἀστένακτος ἡμέραν ὦ θάνατε, δαίμον' εὐμαρῆ σ' ἀσπάζομαι, ἄγαν ἄγαν ἐρῶσα τοίαδ ̓ ἄρνυμαι· ὦ γὴ, θάλασσα θ ̓ ἥδε, καὶ πυργώματα χαίροιτ ̓ ἄν· ἀλλὰ προσφιλῆ μνημείά μοι θάλπος δέχεσθε χειλέων πανύστατον. μέταξυ δ ̓ οὖν λέγουσαν, ὡς τετραυμένην, γυναικες εἶδον—ἀλλὰ πῶς λέξω θέαν ; οὐκ ἀσφάδαστον ἀλλὰ νεύουσαν δέμας πεσεῖν χέρες τε φοινίῳ, δεινὸν βλέπειν, φόνῳ μυδῶσι, χήματωμένον ξίφος στάγονας σταλάσσει μυρίους γόους δ' ὁμοῖ ἀνῆγον αἱ γύναικες οὐδ ̓ ἀνέσιαν ου στέρνων ἀραγμοὺς ὥστε κωκυτῷ τόπον φρένας δ ̓ ἄρ ̓, ὡς ἔοικ ̓, ἔκλεπτέ τις θεών τηροῦσα χείλος, εἰ γ ̓ ἔτ ̓ τὴν σήν γε μοῖραν ἀλγέων ἐλευθέραν * Cf. SOPH. Cdip. Colon. 1508. |