Imágenes de página
PDF
ePub

κεῖται, σὲ δὴ ποθ ̓ ἡ ἐν δόμοισι προστάτις Αρτεμις ἔσωζ ̓ ἐν τοῖσδε τοῖσιν ἡσύχοις ἀδύτοις λαβοῦσα, τὸν κασίγνητον σέθεν γένος τε πᾶν μέλλουσαν ὀλβίσειν ἅμα. νῦν οὐκέτ ̓ ἐξὸν, ὡς ἐμοὶ δοκεῖ, πόρον φυγῆς ἀνευρεῖν, τοῖς βίου δυσέλπισιν ἡμῖν συ πάντ ̓ ἔδωκας. ἀλλ ̓, ὦναξ, κέαρ τὸ σὸν κατ' οὖρον ὡς πρὸς εἰρήνην ἴτω. μέρος τελεῖν ἔα σφε, καὶ στέγος πατρός ἐμοῦ καθῆραι, κἀμὲ δὴ κατοικίσαι δόμοισιν ἁγνισθεῖσι, καὶ σκῆπτρον χερί δοῦναι παλαιόν· εἰ δέ σοί τι χάρματος αὐτὴ πάρουσ ̓ ἔδωκε, νῦν ἴσ ̓ ἀντίδρα, ἔα τ ̓ ὄνασθαι τῆσδέ μ' ἀξιώτερον. μῆτιν κράτος τε, κόμπον ἀνθρώποις μέγαν, ψυχῆς ἀμαυροῖ τῆσδε γενναῖον σέλας. οὔκουν ἐᾶν ἄμισθον εὐγενής γ ̓ ἀνήρ πίστιν τοιαύτην, παιδὸς ὥς, ἁγνὴν φιλεῖ. ΙΦ. τὸ πιστὸν ἐννοοῦ συ κινούντων φρένας τοιοῖδ ̓ ἀληθεῖς σώφρονος γλώσσης λόγοι. νὼ πρόσβλεπ ̓, ὦναξ. πολλάκις γὰρ οὐδενί πάρεστι καιρὸς τοιάδ ̓ εὖ ποιεῖν τινί.

ευ

ἐπίνευε δὴ τάχιστα μηδ ̓ ἔστω τὸ μή. ΘΟ. οὔκουν ἀπαλλάξεσθε ;

ΙΦ.

μὴ τάδ'· οὐδέ σε λείψω, τις ὡς ἀρατὸς, οὐδ ̓ ὀργῆς ὕπο. μηδ' ἐξέλαυν· ἀλλ ̓ ἱρὰ σύμβολα ξένων δὸς ἡμιν· οὐ γὰρ ὡδ ̓ ὁ πᾶς χρόνος σέθεν ἡμᾶς ἀπείρξει. πατέρα γ ̓ ὡς ἐμὸν τότε ἔστεργον, οὕτω καὶ σέ τοι στέρξασ ̓ ἔχω τοιάδε μνῆστις εἰς ἀεὶ μενεῖ φρεσίν. ὥστ ̓ ἣν ἀνὴρ καὶ δυσγενὴς ἐντεῦθεν ὢν φωνὴν φέρῃ πρὸς ὦτα σῇ προσεμφερή,

THO.

Or should I on the humblest see thy garb,
I will with joy receive him as a god,

Prepare his couch myself, beside our hearth
Invite him to a scat, and only ask

Touching thy fate and thee. Oh, may the gods
To thee the merited reward impart

Of all thy kindness and benignity.
Farewell! oh, do not turn away, but give
One kindly word of parting in return!

So shall the wind more gently swell our sails,
And from our eyes with softened anguish flow
The tears of separation. Fare thee well!
And graciously extend to me thy hand,
In pledge of ancient friendship.

Fare thee well!

ΘΟ.

ἢ καί τιν' αυ φοροῦντα τήνδ ̓ ἐσθῆτ ̓ ἴδω,
βάναυσον ἄνδρα, τοῦτον ἐν τάξει θεοῦ
προσδέξομαί τε, καὶ θέλουσ ̓ ἐτοιμάσω
κλίνην, καλῶ τέ σφ ̓ εἰς ἕδραν ἐφέστιον
ζητοῦσα μοῦνον σῆς τύχης καὶ σοῦ πέρι.
ή σοι διδοῖεν μισθὸν οὐκ ἀνάξιον

φιλίας τε καὶ τῶνδ ̓ εὖ πεπονθότων θεοί.
καὶ χαῖρε· φεύ, φεῦ, μή μ' ἀποστραφῆς, ἄναξ.
ἀλλ ̓ "ν, πρὶν ἐκπλεῖν, ἡμιν ἀντιδὸς φίλον
ἔπος, τὸ γὰρ πνεῦμ ̓ ἵστι οὐριώτερον
πλήσει, πεσεῖταί τ ̓ οὐκ ἀνηκέστῳ πόθῳ
ἡμῖν ἴουσι δάκρυ ̓ ὀμμάτων ἄπο.

χαῖρ ̓ οὖν τόδ ̓ αὖθις, πρευμενῆ χέρ ̓ ἐμβαλών,
ξενίας παλαιας ὅρκον.

ἀλλὰ χαῖρε μοί.

TRANSLATIONS,

&c.

« AnteriorContinuar »