Imágenes de página
PDF
ePub

ἅλις εἴργασται καὶ πεπόνηται νῦν ἐπὶ δεξιὰ νῦν ἐπ ̓ ἀριστερὰ λαβρῷ κύματι ποντοτινάκτοις, ἔνθα πελώριον ὑψόσ' ἐφύσα προκυλινδόμενον κῆτος ἀφρώδους οἴδματος ἄχναν.

ἄγετ ̓ οὖν ἐχυραῖς ὅρκια βουλαῖς θῶμεν, σύμφρονες ὧδε διαζῆν, τρόπον ἀθανάτων, οἵτ ̓ ἐν Ὀλύμπῳ παρὰ νεκταρέοις κεῖνται πώμασιν εἰκῆ χθονίων ἀμελοῦντες· τῆλε δ' ἐν οἴρεσι βροντὰ καναχεῖ χρύσεα δώματα πρὸς θεοτερπῆ, στροφοδινοῦνται τ ̓ ἀμφὶς νεφελαὶ, περὶ δ ̓ οὐράνιος

στίλβει πόλος ἀστεροφεγγής. οἱ δ ̓ ὀρυμαγδῳ γᾶν βροτολοίγῳ διαπερθομέναν, βρύχιον πέλαγος, χθόνα σεισθεῖσαν, ψάμμον φλογέαν, ὀλοᾷ λοιμοῦ λιμὸν ἐπ ̓ ἄτῃ, καταθραυσθείσας ναῦς ἐνὶ κύμασιν, ἀστέων ἄμοτον πῦρ καιομένων, χειράς θ' ἱκετῶν,

λάθρα χαίρουσιν ὁρῶντες. τὸ δὲ θρηνῶδες μέλος ὠγύγιον πέρι τερπομένοις ὦσι δέχονται, κοὐκ ἀλέγουσιν δεινὰ λεγόντων, τὸ παρ ̓ ἀνθρώπων αἰκιζομένων εἰσαναβαῖνον δώματ' Ολύμπου

22

Chanted from an ill-us'd race of men that cleave the soil,
Sow the seed, and reap the harvest with enduring toil,
Storing yearly little dues of wheat, and wine, and oil:
Till they perish, and they suffer-some, 'tis whisper'd—
down in hell

Suffer endless anguish, others in Elysian valleys dwell,
Resting weary limbs at length on beds of asphodel.
Surely, surely, slumber is more sweet than toil, the shore
Than labour in mid-ocean, wind and wave and oar:
Oh rest ye, brother-mariners, we will not wander more.

ALFRED TENNYSON.

[blocks in formation]

ενι

οἱ δ ̓ ἐνὶ βάσσαις Ηλυσιαῖσιν,
καμάτων ἐσαεὶ παραλυόμενοι,
κατά τ ̓ ἀσφοδέλου
δέμνι ̓ ἄλυποι διάγουσιν.

ἔστ ̓ ἀναπαύλας, ἔστ ̓ ἐπὶ χερσοῦ
γέρας ἅδιον, τοῦτο σαφέστατον,
ἠὲ βαθύπλοον ὧδε δυσάνεμον
αἰὲν ἐρετμοῦ κόπον ἐξαντλεῖν.
λήγετε μόχθων,

φεῦ μόχθων λήγεθ', ἑταῖροι.

16 Asch. Prom. 94.

LYTTELTON.

« AnteriorContinuar »