ἅλις εἴργασται καὶ πεπόνηται νῦν ἐπὶ δεξιὰ νῦν ἐπ ̓ ἀριστερὰ λαβρῷ κύματι ποντοτινάκτοις, ἔνθα πελώριον ὑψόσ ̓ ἐφύσα προκυλινδόμενον κῆτος ἀφρώδους οἴδματος ἄχναν. ἄγετ ̓ οὖν ἐχυραῖς ὅρκια βουλαῖς θῶμεν, σύμφρονες ὧδε διαζῆν, τρόπον ἀθανάτων, οἵτ ̓ ἐν Ὀλύμπῳ παρὰ νεκταρέοις κεῖνται πώμασιν εἰκῇ χθονίων ἀμελοῦντες· τῆλε δ ̓ ἐν οἴρεσι βροντὰ καναχεῖ χρύσεα δώματα πρὸς θεοτερπῆ, στροφοδινοῦνται τ ̓ ἀμφὶς νεφελαὶ, περὶ δ ̓ οὐράνιος στίλβει πόλος ἀστεροφεγγής. οἱ δ ̓ ὀρυμαγδῳ γᾶν βροτολοίγῳ διαπερθομέναν, βρύχιον πέλαγος, χθόνα σεισθεῖσαν, ψάμμον φλογέαν, ὀλοᾷ λοιμοῦ λιμὸν ἐπ ̓ ἄτῃ, καταθραυσθείσας ναῦς ἐνὶ κύμασιν, ἀστέων ἄμοτον πῦρ καιομένων, χεῖράς θ ̓ ἱκετῶν, λάθρα χαίρουσιν ὁρῶντες. τὸ δὲ θρηνώδες μέλος ὠγύγιον πέρι τερπομένοις ὦσι δέχονται, κοὐκ ἀλέγουσιν δεινὰ λεγόντων, τὸ παρ' ἀνθρώπων αἰκιζομένων εἰσαναβαῖνον δώματ ̓ Ολύμπου 22 Chanted from an ill-us'd race of men that cleave the soil, Suffer endless anguish, others in Elysian valleys dwell, ALFRED TENNYSON. διασώζουσιν κομίσαντες. ἔστ ̓ ἀναπαύλας, ἔστ ̓ ἐπὶ χερσοῦ φεῦ μόχθων λήγεθ', ἑταῖροι. 16 #sch. Prom. 94. LYTTELTON. |